Ιωάννης Χεράδαμος ἐλλογιμωτάτῳ Πέτρῳ Δανησίῳ εὖ πράττειν.
Iohannes Cheradamus

Présentation du paratexte

Bibliographie :
Traduction :

Ιωάννης Χεράδαμος ἐλλογιμωτάτῳ Πέτρῳ Δανησίῳ εὖ πράττειν.

Ἐμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον μανθάνειν ἀλλῶν, οὐκ εἰδέναι δὲ τὰς μεθόδους τὰς ἐπὶ ταῦτα φερούσας.

Οἱ μὲν γὰρ προσέχουσι τὸν νοῦν χαριουμένοις, καὶ πρὸς τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας διατιθέμενοι δυσκόλως, οὐκ ἐθελούσιν ἀκούειν πλὴν τῶν πρὸς ἡδονὴν ἕνεκα χρημάτων ἢ ἀλλοῦ τινος κέρδους λεγόντων, οἱ δὲ ψευδομένοις φιλοσόφοις ταῖς δόξαις διαφέρουσιν ἀλληλῶν, αἷς οὐκ ἐστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν.

οἱ δὲ ἀμούσοις ποιηταῖς πρὸς χάριν ἐροῦσιν, καὶ ἐπισκοτοῦσιν τῷ καθορᾷν αὐτοὺς τὸ βέλτιστον, οὓς καὶ δικαίως ἂν Ἀριστοφάνης ἐν τῷ πάροντι δράματι ἐπιτιμήσειεν.

ὥστε ἄξιον θαυμάζειν εἴ τις ἐλπίζει αὐτοὺς τοιαύταις ἐπιμελείαις χρωμένους ἐπὶ τὸ βέλτιστον, ἐπιδώσειν.

μόλις γὰρ ἄν τις ἐκ τῶν φιλοσοφούντων οὐ τὰ μέλλοντα αὐτοῖς συνοίσειν, καὶ βατραχοποιητῶν ἀρέσκοντας λόγους ἐρούντων, ἐπὶ τὸ βέλτιον φρονῆσαι δυνηθείη προσαγαγεῖν.

οἳ τὰ καλὰ ἀγνοῦντες οὐχ ὁμολογοῦσι τοὺς σπουδαίους διδάσκειν τὰ ἀληθῇ, ἀλλὰ φθονοῦντες ἀληθοῦς παιδείας τάξιν δευτέραν ποιοῦσι τῆς ἀμουσίας, καὶ μηχανώμενοι ὀργὰς τοῖς ἀκουοῦσιν κατὰ τῶν φρονούντων ἀγαθὰ παρασκευάζουσιν.

ὥστε περὶ πολλοῦ ποιοῦμαι σε, ὅτι τοιούτους μηδενὸς ἀξίους νομίζεις, διδάσκεις δὲ οὐ χρημάτων ἕνεκα οὔτε ἀλλοῦ κέρδους οὐδενὸς ἀγαθοὺς καὶ τὰ σοφὰ φρονοῦντας, ἵνα τις ἄκων αὐτοῖς ποτε περιπέσῃ.

καὶ νῦν ἐπί σε τὸ πλῆθος αὐτῶν συνερρύηκεν, ὡς δέον ἐξ ἁπάντων Δημοσθένους καὶ ἄλλων ῥητόρων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιστον.

τίς ἂν λόγος ἱκανὸς γένοιτο ἀκριβῶς διηγήσασθαι, σε τοσαύτων ἀγαθῶν αἴτιον εἶναι ; τοσαύτην γὰρ ἀφθονίαν παρεσκεύασεν ἡ ἐπιμελεία σοῦ, τοῖς εἰπεῖν βουληθεῖσιν ἀγήρατόν σου τὴν μνήμην ἔσεσθαι καὶ ζηλωτὴν ὑπὸ πάντων τὴν τιμὴν, ὥστε τοῖς ἐπιγιγνομένοις ἐξεῖναι εἰπεῖν, θνητοῦ σώματός σε τυχόντα ἀθάνατον μνήμην διὰ τὴν ἀρετὴν καταλιπεῖν.